Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου---
- καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δʼ ἔνδυνε χιτῶνα
- Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,
- καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·
- ὤμοις δʼ ἀκαμάτοις διμερῆ κληίδα φυλάσσων
- φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων,
- πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,
- σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην
- πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ·
- Σειληνοὶ δʼ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι
- θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν
- στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς·
- κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.
- καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ
- εἰς δρόμον ἐσσυμένης λοφίην ἐπεμάστιεν ἄρκτου
- λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων
- ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ἀλήτην,
- πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων·
- ὅς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων
- αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.