Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πατρῴου δʼ ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου·
  2. καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ.
  3. ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων,
  4. ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ
  5. ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης,
  6. ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος
  7. ῥάβδον ἔχων ὀλέτειραν· ἐγὼ δʼ ἐμὸν αἰθέρα φεύγω
  8. μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου.
  9. θύρσους δʼ ἠρεμέοντας ὀπιπεύουσα Λυαίου
  10. μέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ
  11. παρθένος ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου
  12. οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν,
  13. μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης
  14. πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων.
  15. παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι· ἐν γὰρ Ὀλύμπῳ
  16. ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ,
  17. ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων,
  18. γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα.
  19. καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω
  20. ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης.