Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ θρόον ὀξὺν ἔχων ἁπαλόχροος ἄρσενι μορφῇ
  2. ἡνίοχον Κυβέλης ἀπεμάξατο θήλεϊ φωνῇ·
  3. Βάκχου δʼ ὑπναλέοιο παρεστηκυῖα καρήνῳ
  4. φοιτὰς Ἔρις νεμέσησε, καὶ ἐγρεμόθῳ φάτο φωνῇ·
  5. ὑπνώεις, Διόνυσε θεηγενές· εἰς ἐνοπὴν δὲ
  6. Δηριάδης καλέει σε, καὶ ἐνθάδε κῶμον ἐγείρεις·
  7. μητρυιὴ δʼ ὁρόωσα τεὴν φύξηλιν Ἐνυὼ
  8. Ἥρη κερτομέει σε, σὺ δὲ στρατὸν εἰς χορὸν ἕλκεις.
  9. αἰδέομαι Κρονίωνι φανήμεναι, ἄζομαι Ἥρην,
  10. ἄζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης·
  11. Τιτήνων δʼ ὀλετῆρα, προασπιστῆρα τοκῆος,
  12. αὐχένα γαῦρον ἔχοντα κατʼ οὐρανὸν Ἄρεα φεύγω,
  13. ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ·
  14. καὶ γνωτὴν δέο μᾶλλον, ἀριστογόνοιο τοκῆος
  15. αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου,
  16. Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ
  17. μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη·
  18. εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ
  19. αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου,
  20. Τιτήνων σκεδάσασα θυελλήεσσαν Ἐνυώ,