Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος
  2. δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ,
  3. καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ.
  4. τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ
  5. φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης.
  6. δαιτυμόνων δὲ φάλαγγες ἀμοιβαδὶς ἔνδοθεν αὐλῆς
  7. ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων.
  8. καὶ Πίθος ἄλχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν,
  9. νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ,
  10. ἀλλήλους δʼ ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν
  11. πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου,
  12. δαλὸν ἀναψαμένη καὶ Βότρυϊ καὶ Διονύσῳ
  13. δισσὴν ἀμφοτέροις ἁλιπόρφυρον ἔντυεν εὐνήν·
  14. γείτονι δʼ ἐν θαλάμῳ Σατύρων δίχα, νόσφι Λυαίου,
  15. ἀμφίπολοι στορέσαντο λέχος χρύσειον ἀνάσσῃ.
  16. Βάκχῳ δʼ ἦλθεν ὄνειρος, Ἔρις πολέμοιο τιθήνη,
  17. ἅρμασι μιμηλοῖσιν ἐφεδρήσσουσα λεόντων,
  18. Ῥείης εἶδος ἔχουσα, φιλοκροτάλοιο θεαίνης·
  19. καὶ Φόβος ἡνιόχευεν ὀνειρείων ζυγὰ δίφρων
  20. ἀντιτύποις μελέεσσι νόθος μορφούμενος Ἄττις,