Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγγες αἰχμήν·
  2. ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη
  3. οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ,
  4. Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ,
  5. τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος· ὑψιμέδων δὲ
  6. πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ.
  7. σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ,
  8. ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη
  9. χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.
  10. τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς.
  11. καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου
  12. ἀσχαλόων Λυκόοργος ἐς ὕδατα· ῥῆξεν ἰωήν·
  13. αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης,
  14. ὥς κεν ἀεθλεύσαιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα
  15. ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ ἀπὸ κόλπων
  16. Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον εἰς χθόνα σύρω.
  17. ἀλλʼ, ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων
  18. καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης,
  19. Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου
  20. καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην,