Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἰδαλέῳ μὴ μῆλα κατακρύψειε ῥεέθρῳ·
  2. ὣς ὅ γε τερψινόου σκεδάσας ἀλάλαγμα χορείης
  3. εἰς ὄρος ὑψικάρηνον ἀνάμπυκας ἤλασε Βάκχας·
  4. καὶ κλονέων ἀχόρευτος ἀλήμονα θῆλυν Ἐνυώ,
  5. θηγαλέον βουπλῆγα φέρων, κειμήλιον Ἥρης,
  6. χαλκοχίτων Λυκόοργος ἀτευχέι μάρνατο Βάκχῳ·
  7. καὶ κέλαδον βρονταῖον ἐπέκτυπε δύσμαχος Ἥρη,
  8. μητρυιὴ βαρύδουπος ἐπιβρίθουσα Λυαίῳ,
  9. καί μιν ἀνεπτοίησε· βαρυζήλου δὲ θεαίνης
  10. ὕψι κορυσσομένης ἐλελίζετο γούνατα Βάκχου·
  11. ἔλπετο γὰρ Κρονίωνα προασπίζειν Λυκοόργου,
  12. αἰθερίου πατάγοιο τύπον βρονταῖον ἀκούων·
  13. ταρβαλέοις δὲ πόδεσσι φυγὼν ἀκίχητος ὁδίτης
  14. γλαυκὸν Ἐρυθραίης ὑπεδύσατο κῦμα θαλάσσης.
  15. τὸν δὲ Θέτις βυθίη φιλίῳ πήχυνεν ἀγοστῷ,
  16. καί μιν ἔσω δύνοντα πολυφλοίσβοιο μελάθρου
  17. χερσὶ φιλοξείνοισιν Ἄραψ ἠσπάζετο Νηρεύς·
  18. τὸν δὲ παρηγορέων φιλίῳ μειλίξατο μύθῳ·
  19. εἰπέ, τί σοι, Διόνυσε, κατηφέες εἰσὶν ὀπωπαί;
  20. οὔ σε χαμαιγενέων Ἀράβων στρατός, οὔ σε διώκων