Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σύγγονον αἷμα φέροντα· καὶ οὐ χρέος ἐστὶ σιδήρου,
  2. οὐ χθονίου βουπλῆγος ἀφειδέος, ἀλλὰ χατίζω
  3. ἰχθυβόλων, ἵνα δύντες Ἐρυθραίης βυθὸν ἅλμης
  4. ἐνδόμυχον Διόνυσον ἀφαρπάζωσι θαλάσσης·
  5. ἰχθυβόλοι, Νηρῆος ἐρευνητῆρες ἐναύλων,
  6. δίκτυα μὴ νεπόδεσσιν ἐφαπλώσητε θαλάσσης,
  7. ἀλλὰ λίνοις Διόνυσον ἐρύσσατε· Λευκοθέη δὲ
  8. εἰς χθόνα νοστήσειε συναγρευθεῖσα Λυαίῳ,
  9. καὶ θρασύς εἰς ἐμόν οἶκον ὁμαρτήσειε Παλαίμων
  10. ἀβρέκτοις μελέεσσιν ὑποδρήσσων Λυκοόργῳ,
  11. ὄφρα λιπὼν Ἐφύρειον ἁλιτρεφέων δρόμον ἵππων
  12. δίφρον ἐμὸν ζεύξειεν ἐπιχθονίῃ παρὰ φάτνῃ,
  13. αὐτός ὁμοῦ καὶ Βάκχος ὀπάονες· εἷς δόμος ἔστω,
  14. εἷς δόμος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ.
  15. ὣς εἰπὼν κεχόλωτο, καὶ ἠπείλησε θαλάσσῃ
  16. καὶ πολιῷ Νηρῆι, καὶ ἤθελε πόντον ἱμάσσειν.
  17. Ζεύς δὲ πατὴρ ἰάχησεν ἀμαιμακέτῳ Λυκοόργῳ·
  18. ἀφραίνεις, Λυκόοργε, μάτην ἀνέμοισιν ἐρίζων·
  19. χάζεο σοῖσι πόδεσσιν, ἕως ὁρόωσιν ὀπωπαί.
  20. ἔκλυες, ὡς τὸ πάροιθεν ὀρεσσιχύτῳ παρὰ πηγῇ