Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ Σεμέλης δόμος οὗτος, ὅπῃ νόθα τέκνα γυναῖκες
  2. ἀστεροπῇ τίκτουσι καὶ ὠδίνουσι κεραυνῷ.
  3. σείεις οἴνοπα θύρσον, ἐγὼ βουπλῆγα τινάσσω,
  4. καί σε διατμήξας βοέου κατὰ μέσσα μετώπου
  5. ὑμετέρην ἐπίκυρτον ἀναρρήξαιμι κεραίην.
  6. ὣς εἰπὼν ἐδίωκε Διωνύσοιο τιθήνας
  7. θεινομένας βουπλῆγι· φιλοσκάρθμων δὲ γυναικῶν
  8. ἡ μὲν ἑῆς παλάμης ἀπεσείσατο κύμβαλα Ῥείης,
  9. ἡ δὲ φιλοκροτάλων ἀπεθήκατο τύμπανα χειρῶν,
  10. ἄλλη βοτρυόεσσαν ἀνηκόντιζεν ὀπώρην,
  11. ἄλλη νεκταρέοισι συνωλίσθησε κυπέλλοις·
  12. πολλαὶ δʼ αὐτοκύλιστον ἀπερρίψαντο κονίῃ
  13. ἡδυμελῆ σύριγγα καὶ ἔμπνοον αὐλὸν Ἀθήνης.
  14. ὡς δʼ ὅτε τις μετὰ χεῖμα γαληναίῃ παρὰ λόχμῃ
  15. ἀννεφέλου Φαέθοντος ἰδὼν τερψίμβροτον ὥρην [*](τερψίμβροτε ποιμὴν MSS., the text from a correction in F.)
  16. ποιμὴν κῶμον ἔγειρε, συνωρχήσαντο δὲ Νύμφαι·
  17. ἄφνω δʼ ἐκ σκοπέλοιο χύθη κυκλούμενον ὕδωρ
  18. κύμασι πυργωθέντος ὀρεσσιχύτου ποταμοῖο·
  19. αὐτὰρ ὁ συρίζων ἀπεσείσατο πηκτίδα χειρῶν
  20. δειμαίνων θρασὺ χεῦμα χαραδραίου ποταμοῖο,