Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ,
- καί φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν
- χερσὶ δὲ δινεύουσα φιλύια ῥόπτρα Λυαίου
- Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου.
- καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης,
- αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς
- καὶ καναχὴν σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς
- μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης·
- καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων,
- σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν,
- Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν·
- ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων;
- καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις
- ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ.
- εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις,
- ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω.
- τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρά τις εἴπῃ,
- ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου
- ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου.
- οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι,