Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μὴ μόθον ἐντύνειε γαληναίῳ βασιλῆι·
  2. ἀλλά, βαλὼν πλοκάμοισι φίλον στέφος, ἔρχεο χαίρων
  3. εἰς δόμον ἀκλήιστον ἑτοιμοτάτου Λυκοόργου,
  4. ἔρχεο κωμάζων ἅτε νυμφίος· Ἰνδοφόνους δὲ
  5. θύρσους σεῖο φύλαξον ἀπειθέι Δηριαδῆι.
  6. οὐ μὲν ἄναξ Λυκόοργος ἀνάλκιδα θυμὸν ἀέξει·
  7. ἔστι γὰρ Ἄρεος αἷμα Διιπετές, ἐν δὲ κυδοιμοῖς
  8. πατρὸς Ἐνυαλίοιο φέρων ἐμφύλιον ἀλκὴν
  9. οὐδὲ τεοῦ Κρονίωνος ὑποπτήξειεν Ἐνυώ.
  10. ὣς φαμένη παρέπεισε, μεταχρονίῳ δὲ πεδίλῳ
  11. αἰθέρος ἔνδον ἵκανε. δολοφροσύνῃ δὲ θεαίνης
  12. ἐγρεμόθους Διόνυσος ἑοὺς ἀπεσείσατο θύρσους
  13. καὶ κυνέην λοφόεσσαν ἑῶν ἀνέλυσε κομάων
  14. καὶ σάκος ἀστερόνωτον ἐθήκατο· χειρὶ δὲ γυμνῇ
  15. πορφυρέης ἤειρε βεβυσμένον ἄγγος ἐέρσης,
  16. ὀξὺ κέρας καὶ βότρυν ἀπενθέα· μηκεδανὴν δὲ
  17. ἄπλοκον ἀμπελόεντι κόμην ἐστέψατο κισσῷ.
  18. καὶ στρατιὴν εὔοπλον ἐγερσιμόθους τε γυναῖκας
  19. ἐγγύθι Καρμήλοιο λιπὼν καὶ δίφρα λεόντων
  20. ἁβροχίτων ἀσίδηρος ἐκώμασε πεζὸς ὁδίτης·