Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων,
- καὶ πλέον ἔλλαβε θάρσος, ἀναΐξασα δὲ δαίμων
- νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ,
- ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ,
- ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς
- Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν·
- γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης
- ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ.
- λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην,
- ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει;
- μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας Ἐνυώ·
- μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς·
- μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ·
- μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ·
- ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου
- ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων,
- εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ·
- ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ,
- ἄρτι μέολς πλέξωμεν ἀθωρήκτοιο χορείης,
- καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,