Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δώματα ναιετάουσα μετʼ οὔρεα, δαιδαλέην δὲ
  2. νεβρίδα καλλείψασα δέμας κρύψειε χιτῶνι,
  3. καρπὸν ἀλετρεύουσα μύλης τροχοειδέι πέτρῳ·
  4. καὶ στεφάνους ῥίψασα, καὶ ἣν καλέουσιν ὀπώρην,
  5. ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ,
  6. δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ
  7. ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις,
  8. κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης.
  9. Σειληνοὶ δὲ γέροντες ἐμῆς παρὰ δαῖτα τραπέζης
  10. εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου
  11. κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ.
  12. ὣς φαμένου μείδησε θεὰ χρυσόπτερος Ἶρις,
  13. ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην.
  14. καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην,
  15. γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων
  16. ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκεν·
  17. εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ
  18. χαιτήεις κεκόρυστο λέων λυσσώδϊ λαιμῷ
  19. καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην.
  20. τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις,