Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γνωτὴ Ζηνὸς ἄκοιτις ὁμόστολος εἰς μόθον Ἥρη
  2. ἕσπεται υἱωνοῖο προασπίζουσα Λυκούργου ---
  3. ---στήσω δʼ ὑμετέρου θεοδέγμονος ἔνδοθι νηοῦ
  4. θύρσους Βασσαρίδων, νόθα δούρατα· Βουκεράων δὲ
  5. Κενταύρων ἀτίνακτα κεράατα μακρὰ δαΐξας
  6. τοξοφόρων Ἀράβων κεραελκέα τόξα τελέσσω,
  7. ὡς θέμις· ἐκταδίην δὲ ταμὼν δολιχόσκιον οὐρὴν
  8. Σειληνῶν λασίην τελέσω πλήξιππον ἱμάσθλην.
  9. ταῦτα μὲν εἰς σὲ φέρω μετὰ φύλοπιν· ἀπτολέμου δὲ
  10. Βάκχου ξανθὰ πέδιλα γυναικείους τε χιτῶνας
  11. πορφυρέους καὶ θῆλυν ἐπʼ ἰξύι κυκλάδα μίτρην
  12. γνωτῇ σεῖο δάμαρτι φυλάξομεν ἀφρογενείῃ,
  13. ἅρμενα θήλεα δῶρα· γυναιμανέος δὲ Λυαίου
  14. ἀμφιπόλων στίχα πᾶσαν ἐμοῖς δμώεσσι συνάψω
  15. εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
  16. οἷα δορικτήτοισι πέλει θέμις· οὐτιδανοὺς δὲ
  17. ἡμερίδων ὄρπηκας, ἐνέα δῶρα Λυαίου,
  18. θερμοτέρῳ σπινθῆρι δεδέξεται Ἀρραβίη φλόξ.
  19. καὶ βριαρὴ θεράπαινα χοροπλεκέος Διονύσου
  20. Βασσαρὶς ἀλλοίην ἐχέτω καὶ ἀήθεα τέχνην