Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐ θοὰ τόξα φέρουσι καὶ οὐ δονέουσιν ὀιστούς·
- οὐ θρασὺν ἵππον ἔχουσιν Ἀρήιον· οὐδʼ ὑπὲρ ὤμων
- βάρβαρον ἡμιτέλεστον ἐλαφρίζουσι βοείην.
- αἰδέομαι καλέων σε ποτὶ κλόνον, ὅττι γυναῖκες
- δῆριν ἀπειλείουσιν ἀδηρίτῳ Λυκοόργῳ.
- ἠρεμέεις, Λυκόοργε, κορυσσομένου Διονύσου;
- θνητὸς ἀνὴρ πέλεν οὗτος ἀώριος, οὐκ ἀπὸ φύτλης
- οὐρανίης βλάστησε· Διὸς δέ μιν Ἑλλάδι φήμῃ
- ἔμμεναι ἔπλασε μῦθος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι
- ἀμφὶ τόκου Κρονίωνος, ὅτι βροτὸν ἄρσενι μηρῷ
- υἱέα θῆλυν ἔτικτε πατὴρ ἐμὸς ὑψιμέδων Ζεύς·
- μύθοις ψευδαλέοις οὐ πείθομαι, εἰ βροτὸς ἀνὴρ
- Ζηνὸς ἐμοῦ τόκον ἔσχεν, ὅθεν βλάστησεν Ἀθήνη·
- Ζεὺς ἐμὸς οὐ δεδάηκεν ἀνάλκιδα παῖδα λοχεῦσαι·
- Ἄρεα σὸν γενέτην ἔχε μάρτυρον· εἶδες Ἀθήνην
- παῖδα Διὸς θήλειαν ἀρειοτέρην Διονύσου.
- τέκνον ἐμόν, μεθέπεις ἴδιον σθένος, οὐδὲ χατίζεις
- πατρὸς Ἐνυαλίοιο, καὶ εἰ πολέμοισιν ἀνάσσει·
- ἔμπης δʼ. ἢν ἐθέλῃς, θωρήξομαι, οὐδέ σε λείψω
- μοῦνον ἐνὶ πτολέμοισι· θεὰ δέ σοι, εἰ χρέος εἴη,