Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δώματος ἀμφὶ θύρετρα· βιαζόμενοι δὲ πολῖται
- ἀντὶ Διὸς σπεύδοντο θυηπολέειν Λυκοόργῳ.
- Οὐδʼ ἔλαθες, Διόνυσε, δολορραφέος φθόνον Ἤρης·
- ἀλλὰ πάλιν κοτέουσα τεῇ θεόπαιδι γενέθλῃ
- ἄγγελον Ἶριν ἔπεμπε δυσάγγελον, ὄφρά σε θέλξῃ
- κλεψινόῳ κεράσασα δόλῳ ψευδήμονα πειθώ·
- δῶκε δέ οἱ βουπλῆγα θεημάχον, ὄφρα κομίσσῃ
- Ἀρραβίης μεδέοντι, Δρυαντιάδῃ Λυκοόργῳ.
- οὐδὲ θεὰ δήθυνεν· ἀμειβομένῳ δὲ προσώπῳ
- Ἄρεος ἀντιτύποιο νόθην ἐψεύσατο μορφήν·
- καὶ λόφον εὐπήληκα διαιθύσσουσα καρήνου,
- δαιδαλέους κροκόεντας ἑοὺς ῥίψασα χιτῶνας,
- κερδαλέῳ θώρηκι καλύπτετο, μαῖα κυδοιμοῦ,
- αἱμαλέῳ θώρηκι, καὶ ἐγρεκύδοιμον ἀπειλὴν
- ἄρσενα κερδαλέη βλοσυρῷ πέμπουσα προσώπῳ
- γλῶσσαν Ἐνυαλίου τροχαλῇ μιμήσατο φωνῇ·
- τέκνον, ἀνικήτου σπόρος Ἄρεος, ἦ ῤα καὶ αὐτὸς
- Βασσαρίδων τρομέεις ἁπαλόχροα θῆλυν ἀπειλήν;
- οὐκ ἀπὸ Θερμώδοντος Ἀμαζόνες εἰσὶ καὶ αὐταί,
- οὐκ ἀπὸ Καυκασίοιο μαχήμονές εἰσι γυναῖκες·