Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου, εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου.
  2. λῦτο δʼ ἀγών· Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ
  3. βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις.
  4. τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι·
  5. καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύρεγξ
  6. ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις
  7. οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ·
  8. καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν
  9. δαιτυμόνες σαίνοντες· ἀνεσκίρτησε δὲ Βάκχη
  10. κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης
  11. ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις.
  12. καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα,
  13. αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ·
  14. καὶ Πίθου εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας
  15. ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι.
  16. ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ·
  17. οὐκέτι δʼ αὐτοχύτοισι παρήια δάκρυσι δεύων
  18. βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας
  19. φωριαμοὺς ὤιξε θυώδεας· οἰγομένων δὲ
  20. μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων·