Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην
  2. μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ,
  3. οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης·
  4. καὶ δρόμος ἦν ἀνόνητος· ὑπʼ Ἠελίοιο δὲ δίφρῳ
  5. κηροπαγὴς φλογόεντι τύπος θερμαίνετο πυρσῷ,
  6. καὶ τροχὸν ἠκόντιζε λυθεὶς μινυώριος ἄξων.
  7. τοῖος ἔην Λυκόοργος ὁμότροπος· ἀχθοφόρους δὲ
  8. πολλάκις ἐν τριόδοισιν ἀλήμονας ἄνδρας ὁδίτας
  9. δήσας εἰς δόμον εἷλκεν, Ἐνυαλίῳ δὲ τοκῆι
  10. δαιτρεύων ἱέρευε· δαϊζομένων δὲ μαχαίρῃ
  11. ἄκρα λαβὼν ἐπύκαζε κακοξείνους πυλεῶνας.
  12. ὡς δʼ ὅτε δυσμενέων μετὰ φύλοπιν ὀψὲ μολόντος
  13. ἀνδρὸς ἀκοντοφόροιο νέης ἀναθήματα νίκης,
  14. ἀσπίδες ἢ πήληκες, ἐπεκρεμόωντο μελάθρῳ,
  15. οὕτω καὶ φονίοιο παρὰ προπύλαια Λυκούργου
  16. ἄκρα ποδῶν καὶ χεῖρες ἐπῃώρηντο θανόντων.
  17. καὶ φόνος ἦν· ξενίου δὲ Διὸς παρὰ γείτονι βωμῷ
  18. ὀθνεῖοι στενάχοντες ἐμιστύλλοντο μαχαίρῃ,
  19. οἷα βόες καὶ μῆλα, περιρραίνοντο δὲ βωμοὶ
  20. σφαζομένων, στικτὴ δὲ κόνις φοινίσσετο λύθρῳ