Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νηπιάχους ἔθρεψα γέρων τροφός· εἰσέτι δʼ ἄμφω,
  2. οἶα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.
  3. καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι
  4. Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων
  5. καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὔδωπ
  6. καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης,
  7. Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ὑπὸ δένδρων
  8. Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης
  9. καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν.
  10. ἔνθά τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ,
  11. ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος,
  12. ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων,
  13. αἰνομανὴς Λυκόοργος· ἀποκταμένων δὲ σιδήρῳ
  14. ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις
  15. εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ
  16. πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη
  17. χήρη, γηραλέη, γαμίων ἔτι νῆες Ἐρώτων,
  18. εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων,
  19. ἄβροχον ἅρμα φέρων τετράζυγον ἐννοσιγαίου
  20. νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ