Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσας
- βότρυς ἐρευθήεις, τετράζυγον ἄρμα τιταίνων,
- σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ,
- δμῶας ἔχων κατόπισθε· μέθῃ δʼ ἄμα μητέρι νύμφη
- λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,
- καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων
- εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην·
- καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων,
- ἔσπετο θητεύων καὶ Βότρθϊ καὶ Διονύσῳ.
- οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν εἰς χθόνα Λυδῶν
- Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ,
- δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης
- ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων
- πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ
- ἵσταται Εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,
- σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν,
- τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων·
- εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ
- δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ
- λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ