Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου
  2. Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν
  3. ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης·
  4. Κάδμε, τεῇ σύριγγι πύλας ἔστεψας Ὀλύμπου·
  5. σὸν γάμον οὐρανίῃ καὶ ἐγὼ Φόρμιγγι γεραίρω·
  6. γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείῃ,
  7. καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας.
  8. ἵξομαι εἰς σέο δῶμα· τί φίλτερον ἄλλο νοήσεις
  9. ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης;
  10. εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν
  11. πορθμεύων βιότοιο γαληναίοιο πορείην,
  12. Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι,
  13. Ἄρεα νόσφι λόχου κεχολωμένον· ἐννύχιος δὲ
  14. οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας
  15. ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
  16. κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων
  17. Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,
  18. ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ
  19. Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,
  20. εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος