Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου
  2. φυλλοχόῳ ἅτε μηνί, χαραδραίας δὲ παρειὰς
  3. δρύψατο, καὶ κελαδεινὰ διʼ εὐύδρων κενεώνων
  4. ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης.
  5. ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης
  6. κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι
  7. ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης,
  8. οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες· ἀλλʼ ἐνὶ γαίῃ
  9. πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη
  10. ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς.
  11. καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης,
  12. ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης,
  13. νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων
  14. ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῷ.
  15. οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν· ἠέλιος γὰρ
  16. χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρῃ
  17. Ζῳδιακῆς ἔστησε παραΐξαντα κελεύθου·
  18. οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπῳ
  19. καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος
  20. ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη.