Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ
  2. ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ
  3. πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς
  4. νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,
  5. καὶ Θάσος εἰς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
  6. δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,
  7. Θρηικίην δʼ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·
  8. τὸν μέν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις
  9. γαμβρὸν ἐς Ὠρείθνιαν ἄγω καὶ Θρῇκα Βορῆα,
  10. νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.
  11. καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης
  12. Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·
  13. πλαγκτοσύνης δʼ ἀπόειπε παλίμπορα κύκλα κελεύθου,
  14. καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ
  15. σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ
  16. Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.
  17. καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ
  18. καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων
  19. Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.
  20. ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην