Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων·
  2. μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ
  3. καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων
  4. χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.
  5. καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·
  6. εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,
  7. ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου·
  8. εἰ κλίσιν ἐσκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,
  9. χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ·
  10. φεύγων ψυχρὸν ἄλημα νιφοβλήτοιο Βορῆος
  11. καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ·
  12. καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς
  13. ἑσπερίην ἔφριξε θυελλήεσσαν Ἐνυώ,
  14. εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης·
  15. καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος
  16. ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης,
  17. φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ.
  18. εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,
  19. λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς
  20. θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ.