Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο
  2. παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ·
  3. δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης
  4. λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν
  5. ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῇ,
  6. ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρά κε πυρσῷ
  7. θερμοτέρῳ λύσειε Διὸς πετρούμενον ὕδωρ
  8. νιφομένῳ Τυφῶνι χέων ἐμφύλιον αἴγλην·
  9. καί οἱ ἱμασσομένῳ συνετήκετο· καιομένων δὲ
  10. ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν
  11. χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην
  12. εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις
  13. διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην.
  14. Ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.
  15. χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην
  16. μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων
  17. καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων
  18. γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην
  19. βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ·
  20. ἤριπε δʼ οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ,