Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων
  2. τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ·
  3. ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,
  4. σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ,
  5. ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,
  6. ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην.
  7. τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἶσι καὶ αὐτοὶ
  8. ἰσότυποι στεροπῇσι συνωδὶνοντο κεραυνοί.
  9. Ζεὺς δὲ πατὴρ πολέμιζε· κατʼ ἀντιβίοιο δὲ πέμπων
  10. ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα λεόντων,
  11. βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν
  12. οὐρανίῳ πρηστῆρι· Διοβλήτου δὲ βελέμνου
  13. ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους
  14. νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,
  15. καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,
  16. καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης
  17. ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων,
  18. καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων
  19. βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ
  20. οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων