Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ
  2. ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί·
  3. ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος
  4. ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,
  5. καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ
  6. πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῷ
  7. τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων
  8. θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ
  9. διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν
  10. οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκει
  11. ὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ,
  12. πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ
  13. νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.
  14. ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων
  15. λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,
  16. πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ·
  17. οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ
  18. λιγνύι καὶ νεφέλῃσιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ
  19. λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.
  20. ἄλλην δʼ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης