Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κρᾶτα παρακλίνας, στεροπῆς δʼ ἐτύχησε Τυφωεὺς
  2. θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη
  3. ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ.
  4. καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων
  5. πεπταμένης παλάμης μεσάτῳ νωμήτορι [*](κωμῄτορι most MSS., νωμήτορι Ludwich.) καρπῷ,
  6. σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας
  7. πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῇ
  8. ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης
  9. αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.
  10. τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ
  11. αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.
  12. ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη
  13. ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ.
  14. οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι
  15. ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι.
  16. ξυνὴ δʼ ἀμφοτέροισιν ἰσόρροπος ἦεν Ἐνυὼ
  17. καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβῳ δὲ βελέμνῳ
  18. αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί.
  19. μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῷ
  20. βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,