Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ
  2. κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων
  3. μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,
  4. χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,
  5. ἀστεροπῇ προέηκε· χαραδραίῳ δὲ ῥεέθρῳ
  6. βαλλομένη σελάγιζε διʼ ὕδατος αἰθερίη φλὸξ
  7. λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ
  8. αἰθαλόεν, διερὴ δὲ δύσις τερσαίνετο μύδρῳ·
  9. σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,
  10. νήπιος· οὐδʼ ἐνόησε, πυραυγέες ὅττι κεραυνοὶ
  11. καὶ στεροπαὶ γεγάασιν ἀπʼ ὀμβροτόκων νεφελάων.
  12. καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων
  13. στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ,
  14. καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δʼ ἄκρῳ
  15. Ζεὺς ὀλίγου φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν
  16. λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.
  17. χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας
  18. εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς,
  19. καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου·
  20. ἀλλʼ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν