Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἄρης δʼ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις
  2. ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,
  3. ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ·
  4. ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.
  5. καὶ πῇ μὲν στεροῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ,
  6. ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δʼ ὄμβρων
  7. πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης
  8. ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ
  9. κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις
  10. ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ,
  11. ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ·
  12. καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνης,
  13. ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης
  14. μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης
  15. ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,
  16. οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου.
  17. καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων
  18. δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων
  19. ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας
  20. ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας