Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη·
  2. ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ
  3. Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.
  4. καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ
  5. ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·
  6. καὶ τὰ μὲν ἀίσσοντα Σεληναίῳ παρὰ δίφρῳ
  7. ἀσταθέων ἀχάρακτα κατέγραφον ἴχνια ταύρων,
  8. ἄλλα δὲ δινηθέντα διʼ ἠέρος ὀξέι ῥοίζῳ
  9. ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται·
  10. καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ
  11. πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ,
  12. γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης·
  13. ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης
  14. Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.
  15. καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας
  16. εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς
  17. αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ
  18. στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ
  19. δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη
  20. πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,