Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ
  2. ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,
  3. αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,
  4. ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.
  5. δένδρεα δʼ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν
  6. σειόμενα Κρονίδαο καταντίον, ἄλλα δὲ γαίης
  7. ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότι παλμῷ
  8. Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ·
  9. πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ
  10. καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι
  11. ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.
  12. πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,
  13. καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται
  14. ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην
  15. κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης
  16. Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι
  17. Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι
  18. μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δʼ ἀκτὴ
  19. ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δʼ ἄρκτου
  20. ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,