Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,
  2. οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλʼ ὑπὲρ αὐτοῦ
  3. αἰθέρος ἵστατο δῆρις, ἔην δʼ ἐνὶ γούνασι Νίκης
  4. σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.
  5. Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων
  6. αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,
  7. καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας
  8. εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς
  9. ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι
  10. αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,
  11. συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.
  12. καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς
  13. φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ
  14. ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,
  15. καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ·
  16. ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ
  17. ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δʼ αὐχήν,
  18. ὑψινεφὴς δʼ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·
  19. καἰ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι
  20. αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.