Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω
  2. γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω
  3. ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,
  4. ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω
  5. χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος· ἀντιτύπους δὲ
  6. κρείσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ
  7. ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ
  8. ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω
  9. ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ
  10. ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.
  11. καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην
  12. πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω
  13. αἷμα νέων μακάρων πολυαύχενον· οὐ χορὸν ἄστρων
  14. λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω
  15. ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ
  16. παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ.
  17. εἶπεν ὁμοκλήσας· Κρονίδης δʼ ἐγέλασσεν ἀκούων.
  18. καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ
  19. πομπὸς Ἔρις Τυφῶνι, Διὸς δʼ ἡγήσατο Νίκη
  20. εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης