Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ
  2. νυμφιδίῳ τανύσειε Τυφωέι δούλιον αἴγλην,
  3. καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπῳ
  4. ἀστέρες ἀστράψειαν ἐμῶν λαμπτῆρες Ἐρώτων,
  5. ἀστέρες ἕσπερα λύχνα· σὺν εὐθαλάμῳ δʼ Ἀφροδίτῃ
  6. εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη
  7. δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν,
  8. λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο·
  9. ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι,
  10. πήξατε παστὸν Ἔρωτος· ἀπʼ Ὠκεανοῦ δὲ καὶ αὐταί,
  11. Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη, [*](Ἥρη MSS., Ἥβη Graefe, followed by de Marcellus, Koechly, Ludwich.)
  12. νυμφοκόμῳ Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ·
  13. καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης
  14. ἀντὶ Διὸς μέλψειε Τυφωέα λάτρις Ἀπόλλων.
  15. οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ
  16. οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω,
  17. αὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα γαίης.
  18. καὶ Κρόνον ὠμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων
  19. γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου
  20. λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω