Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς·
  2. υἱάσι δʼ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης
  3. κρύψω ἀλυκτοπέδῃσι περίπλοκον υἱέα Μαίης
  4. χαλκέῳ ἐν κεράμῳ πεφυλαγμένον, ὄφρά τις εἴπῃ·
  5. λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.
  6. λυσαμένη δʼ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης
  7. Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω,
  8. καὶ Τιτυῷ πετάσειε παλαίτερα φάρεα Λητώ,
  9. εἰς γάμον ἑλκομένη βεβιημένον· ἀνδροφόνον δὲ
  10. ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας
  11. κοίρανον ὑσμίνης ληίσσομαι ἀντὶ φονῆος
  12. μείλιχον, ὀψιγάμῳ δὲ συναπτομένην Ἐφιάλτῃ
  13. Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω
  14. Ἄρεα θητεύοντα καὶ ὠδίνουσαν Ἀθήνην.
  15. καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων
  16. οὐρανὸν Ἀτλάντειον ἐλαφρίσσειε Κρονίων
  17. ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ
  18. ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης.
  19. οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος δὲ
  20. δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης