Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος.
- ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων
- αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις
- ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου·
- καὶ βόες ὑγρὰ κέλευθα μεταλλάσσωσι Σελήνης
- δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων·
- καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων
- ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου·
- αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων
- Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·
- ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης ---
- ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης
- κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων
- φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,
- καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,
- καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ.
- δεσμοὺς δʼ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω,
- ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων
- αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων
- Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει