Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης
- ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης,
- ἁρμονίης δʼ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ
- πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη
- τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσας
- σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων
- ἆ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,
- καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.
- ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;
- μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,
- οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,
- ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κρατέοντι κεραυνῷ
- Ἀρτέμιδος προμάχιζε σαόφρονος· ἦ ῥα φυλάσσω
- παρθενικὴν ἀνάεδνον ἀναγκοίῳ παρακοίτῃ;
- ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει
- χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι ἰοχεαίρῃ
- ἵλαον Εἰλείθυιαν, ὅτʼ Εἰλείθια λοχεύσῃ;
- ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας
- εὔνασεν ἀμπνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων
- ἦν τότε μοῦνος ἄυπνος· ἐφαπλώσας δὲ Τυφωεὺς