Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις
  2. πλήσας μητέρα γαῖαν· ἀνοιγομένοιο δὲ κόλπου
  3. χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ
  4. εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις.
  5. ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν
  6. εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς
  7. Ζῆνα μέγαν καλέων· βλοσυρὴ δέ οἱ ἵκετο φωνή,
  8. ῥιζοπαγὴς ὅθι πέζα παλιμπόρου [*](So Graefe, for παλίμπορος.) Ὠκεανοῖο
  9. τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου,
  10. ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρῃ·
  11. φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς
  12. παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ·
  13. τοῦ δέ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ
  14. ὠρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων,
  15. ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,
  16. πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων,
  17. λύσσα κυνῶν· μεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ
  18. Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·
  19. Χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου
  20. σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου