Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ
  2. Ζηνὶ συναιχμάζοντες, ὑπʼ ἀκτίνεσσι δὲ λάμπων
  3. ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ
  4. ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,
  5. χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.
  6. καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη
  7. ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ,
  8. Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα
  9. ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·
  10. Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω
  11. μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην·
  12. μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ
  13. ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου,
  14. καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ·
  15. ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου
  16. χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων
  17. στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ·
  18. ἥβη λεῖπε κύπελλον, Ἄρης δʼ ἀπεσείσατο λόγχην,
  19. Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δʼ ἔρριψεν Ἀπόλλων,
  20. καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,