Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ
  2. ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται.
  3. αἰθερίῳ δὲ Δράκοντι συνέμπορος Ἀρκάδος Ἄρκτου
  4. ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων
  5. ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,
  6. ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ
  7. ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων
  8. ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.
  9. καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων
  10. καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης
  11. ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ
  12. πυκνὰ διαθρῴσκοντες ἀπʼ αἰθέρος ἄκρον Ὀλύμπου
  13. ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ
  14. δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ
  15. πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων
  16. ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
  17. κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,
  18. καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας
  19. φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης,
  20. καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ