Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ
  2. ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος,
  3. ἁρμονίην δʼ ἀνέκοψεν. ἀερσιπότης δὲ Τυφωεὺς
  4. οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,
  5. βροντὴν δʼ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ
  6. καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ
  7. ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,
  8. καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς
  9. ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου
  10. αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ.
  11. καὶ ποδὸς ἀγκύλον ἴχνος ἄγων ὀφιώδεϊ ταρσῷ
  12. ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος·
  13. ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις
  14. πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι·
  15. καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην
  16. ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν
  17. ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ
  18. ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος
  19. γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι,
  20. καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι