Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἠιόνες, σείοντο μυχοί, καὶ ὀλίσθανον ἀκταὶ
- λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ.
- οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες· ὠμοβόροι γὰρ
- ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου
- ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων
- γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων
- χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ
- ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων,
- ἠερίους δʼ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ
- ἱπταμένους ἀβάτοιο διʼ αἰθέρος, ἀγχιφανῆ δὲ
- αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει·
- ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων
- αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ.
- καὶ ποταμοὺς ἐκόνισσε ἐπιδόρπιον ὕδωρ,
- Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων·
- καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ
- ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη
- νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ
- κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων
- σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ.