Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος Ἐνυὼ καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.
- ὥς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης
- ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,
- Κάδμος Ἀγηνορίδης νόθος αἰπίλος· ἀπροϊδὴς δὲ
- Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων
- χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ
- καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ,
- μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ
- λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς
- βουκόλον ἀλλοπρόσαλλον· ὁ δὲ πλέον ἡδέι κέντρῳ
- ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.
- ὡς δʼ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων
- εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,
- θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων
- γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,
- ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης
- τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσας
- Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου·
- ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς
- πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.