Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ἡμιφανῆ [*](So MSS.: Ludwich ὑψιφανῆ.) δὲ
  2. οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ
  3. Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος· ἀλλὰ Κρονίων
  4. Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας.
  5. ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; ἀλλʼ ἐνὶ πόντῳ
  6. Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων.
  7. αἴθε λάχον πτερὰ κοῦφα· διʼ ὑψιπόρου δὲ κελεύθου
  8. ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω·
  9. ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς
  10. ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων.
  11. εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω,
  12. μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη φιλομήλη
  13. καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην
  14. ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,
  15. φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,
  16. ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν.
  17. Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν δέο πενθάδι μολπῇ
  18. υἱέα δακρύσειας, ἐγὼ δʼ ἐμὰ λέκτρα γοήσω.
  19. Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ
  20. καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς.