Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης
  2. κρύπτομαι· ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν
  3. ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι.
  4. εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθὼ
  5. πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ·
  6. οὐκ ἐθέλω παρὰ μῦθον, ὅτι προχοῇσι συνάψω
  7. παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ.
  8. πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω
  9. ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι.
  10. εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω
  11. οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης
  12. μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.
  13. ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
  14. εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ δὲ πέμψω
  15. ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις
  16. γείτονος αἰγείροιο περίπλοκα φύλλα πετάσσω
  17. δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην·
  18. οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, δάφνη,
  19. αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης.
  20. ἔσσομαι,ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν