Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης
  2. τέμνετε δειλαίης τετιημένα· φείδεο, τέκτων,
  3. ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων,
  4. μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.
  5. ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων
  6. κόπτέ με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ
  7. πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,
  8. ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,
  9. εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.
  10. ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,
  11. καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ
  12. αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ·
  13. ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν·
  14. Παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ
  15. ἐκ Δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη.
  16. πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας
  17. ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,
  18. καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,
  19. ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ
  20. ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ.