Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γηραλέου δὲ Πίθου μιμνήσκεο, μή μιν ἐάσῃς
  2. σῆς τελετῆς ἀδίδακτον ἢ ἄμμορον ἡδέος οἴνου.
  3. ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ
  4. Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ·
  5. ὦ γύναι, ἀγλαόδωρε μετά χρυσῆν Ἀφροδίτην,
  6. εὐφροσύνης δώτειρα --- τερψίμβροτε μῆτερ Ἐρώτων,
  7. εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ·
  8. ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη,
  9. ἄνθεσι μιτρωθεῖσα καὶ εὐαλδέσσι κορύμβοις·
  10. στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην.
  11. οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην·
  12. ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ
  13. Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων,
  14. καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου·
  15. βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης,
  16. καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω
  17. ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην.
  18. οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν,
  19. οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.
  20. ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ