Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νηπενθὴς Διόνυσος ἀπειθέα θῆκεν ἀγῶνα·
  2. καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας
  3. διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν
  4. Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς·
  5. διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων
  6. ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ·
  7. Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν· ἀθλοφόρῳ γὰρ
  8. ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω,
  9. ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.
  10. ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ,
  11. Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης,
  12. πλῆκτρον ἔχων φόρμιγγι παρήορον· αὐτὰρ ἐπʼ αὐτῷ
  13. Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς.
  14. ἄμφω δʼ εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος
  15. φορμίγγων ἐλατῆρες· ἐμιτρώσαντο δέ χαίτην
  16. δαφναίοις πετάλοισιν· ἀνεζώννυντο δέ πέπλους.
  17. ἀρχόμενοι δʼ ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ
  18. ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς
  19. ἄκρα περισφίγγοντες, ὅπως μήτʼ ὄρθιος εἴη,
  20. μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν.