Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τερψινόῳ ῥαθάμιγγι μελίρρυτον ὄγκον ὀπώρης·
  2. καὶ στοναχὴν πρήυνε Μέθη καὶ Βότρυς ἀνίην·
  3. καί τινα μῦθον ἔειπε γυιὴ θελξίφρονι Βάκχῳ·
  4. ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· οὐκέτʼ ἀνίη,
  5. οὐκέτι πένθος ἔχει με Διωνύσοιο φανέντος·
  6. ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· ὑμετέρῳ γὰρ
  7. δάκρυον ἐπρήυνα ποτῷ παιήονος οἴνου.
  8. οὐ πόσιν, οὐ πατέρος στενάχω μόρον, ἀλλὰ καὶ αὐτοῦ
  9. βότρυος, ἢν ἐθέλῃς, νοσφίσσομαι· ἀμφότερον γὰρ
  10. Βάκχον ἔχω γενετῆρα καὶ υἱέα καὶ παρακοίτην.
  11. ἕσπομαι, ἢν ἐθέλῃς με, καἰ εἰς τεὸν οἶκον ἱκάνω·
  12. εἴην Βασσαρίδεσσιν ὁμόστολος· ἢν δʼ ἐθελήσῃς,
  13. κουφίζω σέο θύρσα καὶ ἱμερόεσσαν ὀπώρην,
  14. χείλεσι δʼ ἡμετέροις ἐπιλήνιον αὐλὸν ἐρείσω.
  15. χήρην μή με λίπῃς, μὴ διπλόον ἄλγος ἀέξω
  16. καὶ φθιμένου Σταφύλοιο καὶ οἰχομένου Διονύσου.
  17. βότρυν ἔχεις θεράποντα· διδασκέσθω δὲ χορείας
  18. καὶ τελετὰς καὶ θύσθλα καί, ἢν ἐθέλῃς, μόθον Ἰνδῶν·
  19. καί μιν ἴδω γελόωντα φιλακρήτῳ παρὰ ληνῷ
  20. ποσσὶ περιθλίβοντα τεῆς ὠδῖνας ὀπώρης.