Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων·
  2. καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ
  3. ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης·
  4. καὶ ποδὶ λαχνήεντι πέδον Σειληνὸς ἀμύσσων
  5. ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.
  6. καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου
  7. ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ·
  8. καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ
  9. χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου
  10. εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,
  11. καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου,
  12. καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ·
  13. Σειληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη
  14. εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτων
  15. ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις
  16. αὐτοφυής. γλυκερὴν δὲ Μάρων ἀνεδήσατο νίκην,
  17. ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου·
  18. Σειληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν,
  19. ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις,
  20. καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,